powered by Agones.gr (livescore)

Παρασκευή, 2 Απριλίου 2010

ΜΕΓΑΛΗ ΕΒΔΟΜΑΔΑ ΚΑΙ ΑΠΕΧΟΥΜΕ...


«Σήμερον κρεμᾶται ἐπί ξύλου, ὁ ἐν ὕδασι τήν γῆν κρεμάσας (τρίς). Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τόν οὐρανόν ἐν νεφέλαις. ῾Ράπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τόν Ἀδάμ. ῞Ηλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη, ὁ Υἱός τῆς Παρθένου. Προσκυνοῦμέν σου τά Πάθη Χριστέ (τρίς). Δεῖξον ἡμῖν, καί τήν ἔνδοξόν σου Ἀνάστασιν».
Κοντάκιον αὐτόμελον. Ποίημα Ρωμανοῦ τοῦ μελῳδοῦ. ῏Ηχος πλ. δ´.
«Τόν δι᾿ ἡμᾶς Σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτόν γάρ κατεῖδε Μαρία, ἐπί τοῦ ξύλου καί ἔλεγεν· Εἰ καί σταυρόν ὑπομένεις, σύ ὑπάρχεις ὁ Υἱός καί Θεός μου».
Ὁ Οἶκος.
«Τόν ἴδιον Ἄρνα, ἡ ἀμνάς θεωροῦσα, πρός σφαγήν ἑλκόμενον, ἠκολούθει Μαρία, τρυχομένη μεθ᾿ ἑτέρων γυναικῶν, ταῦτα βοῶσα· Ποῦ πορεύῃ Τέκνον; τίνος χάριν τόν ταχύν δρόμον τελεῖς; μή ἕτερος γάμος, πάλιν ἐστίν ἐν Κανᾷ; κἀκεῖ νῦν σπεύδεις, ἵν᾿ ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσῃς; συνέλθω σοι Τέκνον, ἤ μείνω σοι μᾶλλον; δός μοι λόγον Λόγε, μή σιγῶν παρέλθῃς με, ὁ ἁγνήν τηρήσας με· σύ γάρ ὑπάρχεις ὁ Υἱός καί Θεός μου».
Δόξα. Καί νῦν. Ἰδιόμελον. ῏Ηχος πλ. α´.
«Σέ τόν ἀναβαλλόμενον, τό φῶς ὥσπερ ἱμάτιον, καθελών Ἰωσήφ ἀπό τοῦ ξύλου, σύν Νικοδήμῳ, καί θεωρήσας νεκρόν γυμνόν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὅν πρό μικροῦ ὁ ἥλιος, ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καί ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καί διερρήγνυτο ναοῦ τό καταπέτασμα· ἀλλ᾿ ἰδού νῦν βλέπω σε, δι᾿ ἐμέ ἑκουσίως, ὑπελθόντα θάνατον· πῶς σε κηδεύσω Θεέ μου; ἤ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσί δέ προσψαύσω, τό σόν ἀκήρατον σῶμα; ἤ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ οἰκτίρμον; Μεγαλύνω τά Πάθη σου, ὑμνολογῶ καί τήν Ταφήν σου, σύν τῇ Ἀναστάσει κραυγάζων· Κύριε δόξα σοι».


Related Posts :



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου